«Δεύτε φιλεόρτων το σύστημα» | Δοξαστικό Αίνων Αγίας Ζώνης, ήχος πλ. α’

Στις 31 Αυγούστου η εκκλησία μας εορτάζει την κατάθεση της Τιμίας Ζώνης της Θεοτόκου.

Δοξαστικό Αίνων Αγίας Ζώνης

Δόξα, Και νυν – ήχος πλ. α’

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ Καταθέσει, σήμερον, τῆς πανεντίμου Ζώνης, τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν λέγοντες· Χαίροις σειρὰ ἡ οὐράνιος, ἡ τὸν νοητὸν οὐρανὸν ὡραΐσασα· χαίροις ἶρις πολύμορφε, ἡ ταῖς τοῦ Πνεύματος καθωραϊσμένη ῥανίσι, χαίροις τόξον χρυσαυγέστατον, τὸ τὴν πλατυτέραν οὐρανοῦ γεφυρῶσαν· χαίροις χρυσόπλοκε σφενδόνη, τῆς θυγατρὸς τοῦ Δαβίδ, δι᾿ ἧς τὸν νοητὸν τροπούμεθα Γολιάθ· χαίροις φραγγέλιον τῆς Παρθένου τρίπλοκον παμφαέστατον, ἐν ᾧ τὸν δολερώτατον δράκοντα ἐναπέπνιξε, καὶ τὸ παρθενικὸν αὐτῆς περιέστειλε σῶμα, καὶ ἐκεῖθεν τὴν ἀφθαρσίαν ἀρδευόμενον· χαίροις Ζώνη ἡλιόμορφε, ἡ τὸν νοητὸν ἥλιον, ἐν κοιλίᾳ ὄντα τῆς Παρθένου, αἰσθητῶς διαζώσασα, καὶ τῶν ἰαμάτων τὴν χάριν πλουτήσασα· ἣν παρέχεις ἀφθόνως, τοῖς μετὰ πόθου εὐλαβῶς ἁπτομένοις σου.

Ψάλλει ο Γέρων Αντίπας με συνοδεία κλιμακίου του Χορού Ψαλτών «Ενήχημα» και με συνοδεία Βατοπαιδινών Πατέρων.
Ζωντανή ηχογράφηση από την αγρυπνία της Αγίας Ζώνης που τελέστηκε το 2021 στην Ι.Μ. Βατοπαιδίου.