| Πεζές | Ἰαμβικές |
|---|---|
| Ὠδὴ α’ Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται. | Ὠδὴ α’ Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος, Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. |
| Ὠδὴ γ’ Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. | Ὠδὴ γ’ Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνῃ προσευχῇ τῆς προφήτιδος πάλαι, Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων. |
Ὠδὴ δ’ Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας. | Ὠδὴ δ’ Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου Κύριε. |
| Ὠδὴ ε’ Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. | Ὠδὴ ε’ Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. |
| Ὠδὴ ς’ Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. | Ὠδὴ ς’ Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν’, ὡς προφήτην θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. |
| Ὠδὴ ζ’ Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. | Ὠδὴ ζ’ Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας, Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. |
| Ὠδὴ η’ Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. | Ὠδὴ η’ Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. |
| Ὠδὴ θ’ Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. | Ὠδὴ θ’ Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως, ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. |
Επεισόδια Ad Hoc
Ευαγγέλιο Κυριακής
Απόστολος Κυριακής
«Δεύτε φιλεόρτων το σύστημα» | Δοξαστικό Αίνων Αγίας Ζώνης, ήχος πλ. α'
Στις 31 Αυγούστου η εκκλησία μας εορτάζει την κατάθεση της Τιμίας Ζώνης της Θεοτόκου. Δοξαστικό…
«Χαίροις ἡ νοητὴ χελιδών» | Απόστιχο εσπερινού Αγ. Άννης, ήχος πλ. α'
Στις 25 Ιουλίου η εκκλησία μας εορτάζει τη μνήμη της Αγίας Άννης, μητρός της υπεραγίας…
«Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα...» - Απόδοση στη Νεοελληνική
Δοξαστικό τῶν Αἴνων τῆς Κυριακῆς τῶν Βαΐων. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Ἦχος…
«Ὅτε καιρός…»
Δοξαστικό τῶν Αἴνων τῆς ἐορτῆς τῆς κατά σάρκαν Γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Μέλος…
«Ἱεραρχῶν τήν καλλονήν...»
Δοξαστικό τῶν Ἀποστίχων τῆς ἐορτῆς τοῦ Ἀγίου Νικολάου. Ἐπί τῇ βάσει τοῦ Πέτρου Λαμπαδαρίου. Ἦχος…
«Μετά το τεχθῆναι σέ…»
Δοξαστικό τοῦ Ἐσπερινοῦ τῆς ἐορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. Μέλος του αειμνήστου Άρχοντος Πρωτοψάλτη της…
«Αἱ δωρεαὶ τῆς Σκέπης σου»
Δοξαστικό τῶν Αἴνων τῆς ἐορτῆς τῆς Ἀγίας Σκέπης. Ἦχος πλ. α’. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Σήμερον συγκαλεῖται ἡμᾶς...»
Δοξαστικό Ἐσπερινοῦ τῆς ἐορτῆς τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου - Ἦχος πλ. β' Δόξα Πατρὶ καὶ…
«Ἐν ταῖς ἀγρύπνοις σου προσευχαῖς...»
Δοξαστικό τῶν Αἴνων τοῦ Ἀγίου Βησσαρίωνος Ἀρχιεπισκόπου Λαρίσης. Ἦχος πλ. β'. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου...»
Δοξαστικό τῶν Αἰνων τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Ἦχος πλ. β'. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Θεαρχίῳ νεύματι…»
Δοξαστικό τοῦ Ἐσπερινοῦ εἰς τήν ἐορτήν τῆς Κοιμήσεως τῆς Θεοτόκου Ὀκτάηχο. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Παρέλαβεν ὁ Χριστός...»
Δοξαστικό τῶν Αἴνων τῆς ἐορτῆς τῆς Μεταμορφώσεως τοῦ Σωτήρος. Μέλος Θεοφάνους Βατοπαιδινού Ἦχος πλ. δ’.…
«Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα...»
Δοξαστικό τῶν Ἀποστίχων τῆς ἐορτής τῆς Ἁγίας Μεγαλομάρτυρος Παρασκευῆς Ἦχος πλ. β’. Δόξα Πατρὶ καὶ…
«Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι...»
Δοξαστικό των Αίνων των Αγίων Αναργύρων, Κοσμά και Δαμιανού - Ἦχος δ’ Δόξα Πατρὶ καὶ…
«Η πάνσεπτος τῶν Ἀποστόλων…»
Δοξαστικό τῶν Αἴνων τῆς ἐορτῆς τῶν Ἀποστόλων Πέτρου καί Παύλου. Ἦχος πλ. β’. Δόξα Πατρὶ…
«Μαρτύρων θείων χορός…»
Δοξαστικό τοῦ Ἐσπερινοῦ τῆς ἐορτῆς τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β᾿. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Βασιλεῦ οὐράνιε...»
Δοξαστικό τῶν Αἴνων τῆς ἐορτῆς τῆς Πεντηκοστῆς Ἦχος πλ. β᾿. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ…
«Τῶν κόλπων τῶν πατρικῶν…»
Δοξαστικό τῶν Στιχηρῶν τῆς ἐορτῆς τῆς Ἀναλήψεως τοῦ Χριστοῦ. Ἦχος πλ. β' Δόξα Πατρὶ καὶ…
«Πλουσίων δωρεῶν…»
Δοξαστικό τοῦ Ἐσπερινοῦ τῆς ἐορτῆς τῶν ἀγίων ἰσαποστόλων Κωνσταντίνου καί Ἑλένης. Ἦχος β'. Δόξα Πατρὶ…
Συναξάριο Αγίου Ιερομάρτυρος Θεράποντος
Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ αγίου Ἱερομάρτυρος Θεράποντος. Στιχ. Ὤφθης Θεράπων, οἷα θύτης…
«Κύριε, τὸν Παράλυτον…»
Δοξαστικό των Αίνων της Κυριακής του Παραλύτου. Ἦχος πλ. δ᾿. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ…
Συναξάριον Αγίου Αποστόλου Ιακώβου
Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἀγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου ἀδελφοῦ τοῦ Ἀγίου Ἰωάννου…
Συναξάριον Αγίου Συμεών, επισκόπου Ιεροσολύμων
Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.…
«Μεθ’ ἡμέρας ὁκτώ…»
Δοξαστικό των Αίνων της Κυριακής του Αντιπάσχα. Ἦχος πλ. β' Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.…
Στιχηρά του Πάσχα
Τα Στιχηρά του Πάσχα από τον Όρθρο της Αναστάσεως. Ἦχος πλ. α'. Ἀναστήτω ὁ Θεός,…
«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή…»
Δοξαστικό τῶν Ἀποστίχων τοῦ Ὄρθρου τῆς Μεγάλης Τετάρτης. Ποίημα της Οσίας Κασσιανής της υμνογράφου. Δόξα…
«Ἰδού ὁ Νυμφίος ἔρχεται…»
Τροπάριο τοῦ Ὄρθρου τῆς Μεγάλης Δευτέρας ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ ΝΕΟΕΛΛΗΝΙΚΗἸδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ…
«Τῶν μοναστῶν τά πλήθη...»
Δοξαστικό των Αποστίχων εις την εορτή του Οσίου Αντωνίου του Μεγάλου. Δόξα Πατρὶ καὶ Υἱῷ…
