Δοξαστικό τοῦ Ἐσπερινοῦ του Ἁγίου Σπυρίδωνος τοῦ Θαυματουργοῦ
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Ἦχος α’ τετράφωνος.
| ΠΡΩΤΟΤΥΠΟ | ΑΠΟΔΟΣΗ ΣΤΗ ΝΕΟΕΛΛΗΝΙΚΗ |
|---|---|
| Ὅσιε πάτερ μακάριε, Σπυρίδων σοφέ, | Μακάριε πατέρα, όσιε Σπυρίδωνα σοφέ, |
| τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι’ ἀγάπην Θεοῦ, | την νεκρή σαν ζωντανή ρώτησες μέσα από την αγάπη του Θεού |
| ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· | το φίδι μετέτρεψες σε χρυσάφι, εσύ που άσκησες την φτώχεια |
| ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ, | έφερες ρεύμα ποταμού, συνέπασχες με τον λαό σου, |
| βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· | και στάθηκες ιατρός για τον βασιλιά μέσα από την πρόνοια του Θεού. |
| νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής, | και πάλι, ανέστησες νεκρούς, ως μαθητής Αυτού, |
| τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον πατέρων πολλῶν. | διακρίνοντας την πίστη ανάμεσα σε πολλούς άλλους πατέρες. |
| Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, | Πάντα, λοιπόν, είσαι ισχυρός δίπλα στον Χριστό, που σε ενισχύει, |
| αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Αυτόν ικέτευε και τώρα, να σώσει τις ψυχές μας. |
